Μήνυμα ειρήνης, καταλλαγής και υπέρβασης της βίας απευθύνει για το φετινό Πάσχα ο Οικουμενικός Πατριάρχης κ. Βαρθολομαίος, σε μια περίοδο που σημαδεύεται από πολέμους και διεθνείς εντάσεις.
Όπως επισημαίνει, «το κακό δεν έχει τον τελευταίο λόγο στην ιστορία», αναδεικνύοντας τη βαθύτερη σημασία της Ανάστασης ως νίκης της ζωής απέναντι στον θάνατο. Την ίδια στιγμή, υπογραμμίζει ότι «το “Χριστός Ανέστη” είναι άρνηση της βίας και του φόβου και πρόσκληση σε έναν ειρηνικό τρόπο ζωής», καλώντας τους πιστούς να σταθούν απέναντι στο μίσος και την αδικία.
Παράλληλα, αναφέρεται στον σεβασμό της ανθρώπινης αξίας και στην ανάγκη αλληλεγγύης, τονίζοντας ότι η πίστη εκφράζεται μέσα από την αγάπη προς τον συνάνθρωπο και τη στήριξη όσων δοκιμάζονται.
† Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ
ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ
ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ – ΝΕΑΣ ΡΩΜΗΣ
ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ
ΠΑΝΤΙ Τῼ ΠΛΗΡΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΧΑΡΙΝ, ΕΙΡΗΝΗΝ ΚΑΙ EΛΕΟΣ
ΠΑΡΑ ΤΟΥ ΕΝΔΟΞΩΣ ΑΝΑΣΤΑΝΤΟΣ ΧΡΙΣΤΟΥ
* * *
Τιμιώτατοι ἀδελφοί Ἱεράρχαι καί εὐλογημένα τέκνα ἐν Κυρίῳ,
Ἀφιχθέντες διά τῆς νηστείας, προσευχῆς καί κατανύξεως εἰς τήν λαμπροφόρον καί πανευφρόσυνον ἡμέραν τοῦ Ἁγίου Πάσχα, ὑμνοῦμεν καί δοξάζομεν τήν σωτηριώδη Ἔγερσιν τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις σηματοδοτεῖ τήν ἔνδοξον νίκην τῆς ζωῆς ἐπί τοῦ θανάτου, ἀνακαινίζει πᾶσαν τήν κτίσιν καί ἀνοίγει εἰς τόν ἄνθρωπον τήν ὁδόν τῆς θεώσεως κατά χάριν. Ἡ Ἐκκλησία τοῦ Χριστοῦ διαφυλάττει τήν πασχάλιον ἐμπειρίαν ἐν τῇ λειτουργικῇ ζωῇ, ἐν τοῖς ἄθλοις τῶν Ἁγίων καί τῶν Μαρτύρων τῆς πίστεως, ἐν τῇ ἐσχατολογικῇ ὁρμῇ τοῦ μοναχισμοῦ, ἐν τῇ κηρύξει τοῦ Εὐαγγελίου «ἕως ἐσχάτου τῆς γῆς», ἐν τῇ θεολογίᾳ καί τῇ δοξολογικῇ τέχνῃ, ἐν τῇ καλῇ μαρτυρίᾳ τῶν πιστῶν ἐν τῷ κόσμῳ, ἐν τῷ πολιτισμῷ τῆς ἀγάπης καί τῆς ἀλληλεγγύης, ἐν τῇ ἀμετακινήτῳ βεβαιότητι ὅτι τό κακόν οὐκ ἔχει τόν τελευταῖον λόγον ἐν τῇ ἱστορίᾳ.
Ἡ Ἀνάστασις τοῦ Κυρίου βιοῦται ὡς χαρισθεῖσα ἐλευθερία, ἥτις ἐμπνέει, τρέφει καί ἐνισχύει τάς δημιουργικάς δυνάμεις τοῦ ἀνθρώπου, τόν καλόν ἀγῶνα διά «ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα»[1], ὑπενθυμίζουσα πᾶσιν ἡμῖν ὅτι ἡ πορεία πρός τήν Ἀνάστασιν εἶναι ἀδιασπάστως συνδεδεμένη μέ τόν Σταυρόν. ἡ σταυροαναστάσιμος εὐφροσύνη διέσωσε τόν λαόν τοῦ Θεοῦ ἀπό τάς ταυτίσεις μέ τό πνεῦμα τοῦ κόσμου τούτου, καί ἅμα τόν προεφύλαττεν ἀπό τήν ἀτελέσφορον ἀπομόνωσιν καί μίαν πνευματικότητα ἄνευ δυναμισμοῦ καί ἐλπιδοφόρου πνοῆς. ἡ ζωή τῶν πιστῶν, ἐν Χριστῷ σταυρωθέντι καί ἀναστάντι δι᾿ ἡμᾶς τούς ἀνθρώπους, ἀκυροῖ καί σήμερον πάντα τά ἀλλότρια ἀφηγήματα περί τοῦ χριστιανικοῦ ἤθους ὡς «ἠθικῆς τῶν ἀδυνάτων», τῆς δῆθεν ἐκπροσωπουμένης ὑπό τῆς ταπεινοφροσύνης, τῆς συγχωρητικότητος, τῆς θυσιαστικῆς ἀγάπης, τοῦ ἀσκητισμοῦ, τοῦ Κυριακοῦ «ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ»[2] καί ἄλλων ἀρχῶν καί στάσεων, αἵτινες ἀνήκουν εἰς τόν πυρῆνα τῆς ταυτότητός μας. Οὐδέν ἀναληθέστερον ταύτης τῆς προσεγγίσεως τοῦ ἤθους τῆς Χριστιανοσύνης, τῆς «οὐ ζητούσης τὰ ἑαυτῆς» θυσιαστικῆς ἀγάπης, τῆς συνυφασμείνης μέ γενναιότητα, θάρρος καί ὑπαρκτικήν αὐθεντικότητα. Τό Πάσχα εἶναι ὕμνος εἰς αὐτήν τήν ἐλευθερίαν, τήν «δι᾿ ἀγάπης ἐνεργουμένην»[3] πίστιν, ἥτις οὐκ ἔστιν ἴδιον ἡμῶν κατόρθωμα, ἀλλά χάρις καί ἄνωθεν δωρεά, καί βιοῦται ἐν τοῖς ἁγίοις μυστηρίοις τῆς Ἐκκλησίας καί ἐν τῷ «μυστηρίῳ» τῆς διακονίας τοῦ πλησίον. Ἐπί τῷ ἀληθεῖ, «ἡ εἰς Θεὸν ἀγάπη, τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται»[4].
Ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τό «ἅλας τῆς γῆς», τό «φῶς τοῦ κόσμου», ἡ πόλις, «ἡ ἐπάνω ὄρους κειμένη», ὁ λύχνος, ὁ «ἐπὶ τῆν λυχνίαν»[5], διδάσκει ἐμπράκτως ἐν τῷ κόσμῳ ἐνώπιον τῶν σημείων τῶν καιρῶν τήν μαρτυρίαν περί τῆς ἐλθούσης χάριτος καί «τῆς ἐν ἡμῖν ἐλπίδος»[6]. Ὁ λόγος τοῦ Σταυροῦ καί τῆς Ἀναστάσεως ἠχεῖ σήμερον ὡς Εὐαγγέλιον εἰρήνης, καταλλαγῆς καί δικαιοσύνης. Ὁ πόλεμος, τό μῖσος καί ἡ ἀδικία ἀντιτίθενται ταῖς θεμελιώδεσι χριστιανικαῖς ἀρχαῖς, διά τήν πραγμάτωσιν καί ἑδραίωσιν τῶν ὁποίων προσεύχεται καί ἐργάζεται καθ᾿ ἡμέραν ὁ λαός τοῦ Θεοῦ. Ἐν τῷ φωτί τῆς Ἀναστάσεως, δεόμεθα τοῦ Κυρίου ὑπέρ τῶν θυμάτων τῆς πολεμικῆς βίας, τῶν ὀρφανῶν, τῶν θρηνουσῶν τά τέκνα αὐτῶν μητέρων, ὑπέρ πάντων ὅσων φέρουν ἐν τῷ σώματι καί τῇ ψυχῇ αὐτῶν τά ἔργα τῆς ἀνθρωπίνης σκληρότητος καί ἀναλγησίας. Τό «Χριστὸς Ἀνέστη» ἐστίν ἄρνησις καί καταδίκη τῆς βίας καί τοῦ φόβου καί πρόσκλησις εἰς βίον εἰρηνικόν. Ὁ πόλεμος γεννᾷ ὀδυρμόν καί θάνατον· ἡ Ἀνάστασις νικᾷ τόν θάνατον καί χαρίζει ἀφθαρσίαν.
Ἐνώπιον τῶν καθημερινῶν εἰκόνων τῆς βαρβαρότητος τοῦ πολέμου, ἡ Ἐκκλησία κηρύσσει μέ ἰσχυράν φωνήν τήν ἱερότητα τοῦ ἀνθρωπίνου προσώπου παντός συγκεκριμένου ἀνθρώπου οὗ γῆς, καί τό χρέος τοῦ ἀπολύτου σεβασμοῦ αὐτοῦ, καί καλεῖ ἵνα «γνωρίσωμεν ἡμῶν τό ἀξίωμα, τιμήσωμεν τό ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τήν δύναμιν καί ὑπέρ τίνος Χριστός ἀπέθανεν»[7]. Ἡ Ἀνάστασις τοῦ Κυρίου ἐστίν ἀποκατάστασις τοῦ ἀνθρώπου εἰς τήν προαιώνιον κλῆσιν αὐτοῦ. Ὡς «ἀπαρχή ἄλλης βιοτῆς αἰωνίου» θεραπεύει τάς ἀποξενωτικάς σχέσεις καί καθιδρύει τήν εἰρήνην «τήν ὑπερέχουσαν πάντα νοῦν»[8], ἡ ὁποία περιλαμβάνει τήν ἐγκόσμιον καταλλαγήν καί εἰρήνευσιν.
Κατά θείαν κίνησιν ἡ Ἁγία καί Μεγάλη Σύνοδος τῆς Ὀρθοδόξου Ἐκκλησίας, τήν συμπλήρωσιν δεκαετίας ἀπό τῆς συγκλήσεως τῆς ὁποίας τιμῶμεν ἐφέτος, ὑπεγράμμισε τό καθῆκον τῆς Ἐκκλησίας «νά ἐπικροτῇ πᾶν ὅ,τι ἐξυπηρετεῖ πράγματι τήν εἰρήνην (Ρωμ. ιδ’, 9) καί ἀνοίγει τήν ὁδόν πρός τήν δικαιοσύνην, τήν ἀδελφοσύνην, τήν ἀληθῆ ἐλευθερίαν καί τήν ἀμοιβαίαν ἀγάπην μεταξύ ὅλων τῶν τέκνων τοῦ ἑνός οὐρανίου Πατρός, ὡς καί μεταξύ ὅλων τῶν λαῶν τῶν ἀποτελούντων τήν ἑνιαίαν ἀνθρωπίνην οἰκογένειαν»[9].
Τό Ἅγιον Πάσχα ἐστίν ὅλος ὁ πνευματικός πολιτισμός ἡμῶν, ὁ πυρήν τῆς εὐσεβείας ἡμῶν. Ἡ Ἀνάστασις τοῦ Κυρίου ἐστί καί ἡ ἰδική ἡμῶν Ἀνάστασις ἐν τῷ νῦν αἰῶνι, τύπος δέ καί πρόγευσις τῆς «κοινῆς τῶν ἀνθρώπων ἀναστάσεως» καί τῆς ἀνακαινίσεως πάσης τῆς κτίσεως. Φωτισθέντες ὑπό τοῦ ὑπερλάμπρου φωτός τοῦ προσώπου τοῦ Ἀναστάντος Χριστοῦ καί δοξάζοντες ἐν ψαλμοῖς καί ὕμνοις καί ᾠδαῖς πνευματικαῖς τό ὑπεράγιον ὄνομα Αὐτοῦ, τοῦ Ἄρχοντος τῆς εἰρήνης, τοῦ ὄντος μεθ᾿ ἡμῶν «πάσας τάς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»[10], εὐχόμεθα «Καλήν Ἀνάστασιν», πλήρη θείων δωρημάτων ὅλην τήν πασχάλιον περίοδον καί πάσας τάς ἡμέρας τῆς ζωῆς ὑμῶν, ἀνακράζοντες τό κοσμοχαρμόσυνον «Χριστὸς Ἀνέστη! Ἀληθῶς Ἀνέστη ὁ Κύριος!»
